Ancient Greek
4.72 to 4.74
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.72-74
Not analysed yet
Κυθωνύμου αἶσχος: αἰσχρὸν κλέος ἔχοντος· ἢ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις, ἢ δυςωνύμου, ἢ περιβοητοῦ περὶ τὰς πράξεις, ἢ ἀξίου κεκρύφθαι. Κύων ἐπὶ δεσμά: παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων· καὶ, Βοῦς ἐπὶ δεσμά. Κῷος Χίῳ: ὁ Κῷος ἀστράγαλος ἠδύνατο ἕξ. Παροιμία δέ ἐστι Χῖος πρὸς Κῷον. Ὁ μὲν γὰρ Χῖος ἠδύνατο ἓν, ὁ δὲ Κῷος ἕξ.