Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.75
Not analysed yet
Κωρυκαῖος ἠκροάζετο: ταύτης Μένανδρος μέμνηται ἐν τῷ Ἐγχειριδίῳ. Πειραταὶ γὰρ περὶ Κώρυκον τῆς Παμφυλίας ἦσαν, καί τινες τῶν ἐκ Κωρύκου συμπράττοντες αὐτοῖς περιειργάζοντο τῶν πλεόντων τὰ φορτία καὶ τὸν καιρὸν καθ’ ὃν μέλλοιεν πλεῖν, καὶ τοῖς πειραταῖς ἐμήνυον. Τοῦτο μαθόντες οἱ ἔμποροι, ἔκρυπτον τὰ πολλά. Ἐπεὶ δὲ καὶ οὕτω τοῖς πειραταῖς ἐγεγόνει, ἐκράτησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνῶσιν δὲ ἐρχομένων.