Ancient Greek
4.77 to 4.81
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.77-81
Not analysed yet
Κύρβεις κακῶν: Κύρβεις καλοῦνται παρὰ τοῖς Ἀθηναίοις σανίδες τρίγωνοι, ἐν αἷς τοὺς νόμους ἀνέγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας. Ἐπὶ τοίνυν τῶν σφόδρα πονηρευομένων ἡ παροιμία εἴρηται. Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: αὕτη παρῆλθεν ἐκ χρησμοῦ Σιβύλλης τῆς Ἐρυθραϊκῆς. Περὶ γὰρ Φιλίππου μαντευομένη μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τὸ ἔπος εἶπεν. Ἐπειδὴ οἱ μὲν Ἀθηναῖοι καὶ οἱ θηβαῖοι ἡττηθέντες ἀπώλοντο, Φίλιππος δὲ νικήσας μετὰ τὴν μάχην εὐθὺς ὑπὸ Παυσανίου διεφθάρη. Κοινὰ τὰ φίλων: Τίμαιος φησὶν ὅτι προςιόντας Πυθαγάρᾳ μαθητὰς περὶ τὴν Ἰταλίαν ἔπειθεν ὁ φιλόσοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. Ὅθεν εἰς παροιμίαν ἡ συμβουλὴ τοῦ Πυθαγόρα ἦλθεν. Κέλμις ἐν σιδήρῳ: αὕτη τάττεται ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυσχείρωτοι πεφύκασι. Κέλμις γὰρ εἷς τῶν Ἰδαίων Δακτύλων τὴν μητέρα Ῥέαν ὑβρίσας, καὶ μὴ ὑποδεξάμενος ***ὑπὸ τῶν ἀδελφῶν εὐμενῶς ἐν τῇ Ἴδῃ, ἀφ’ οὗ ὁ στερεώτατος ἐγένετο σίδηρος. Μέμνηται τῆς ἱστορίας Σοφοκλῆς ἐν Σατύροις. Κάκιον Βάβυς αὐλεῖ: τάττουσι ταύτην ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Φασὶ δὲ ὅτι ὁ Βάβυς ἀδελφὸς ἦν Μαρσύου, ὃν Ἀπόλλων ὑπερτενῆ κρεμάσας ἐκ πίτυος ἐξέδειρεν, ἐρίσαντα αὐτῷ περὶ μουσικῆς. Βουλόμενος δὲ καὶ τὸν Βάβυν ἀνελεῖν, Ἀθηνᾶς ὑποθεμένης, ὡς ἀφνῶς τῷ αὐλῷ χρᾶται, ἀφῆκεν αὐτόν. Ὅθεν εἰς παροιμίαν προήχθη, ὅτι Κάκιον Βάβυς, αὐλεῖ.