Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.76
Not analysed yet
Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρατος, ὡς φασὶν, ὁ τύραννος δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. Παριὼν δέ ποτε, καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις, ἤρετο τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς· ὁ δὲ ἀπεκρίνατο, Ὀδύνας καὶ σφακέλους, καὶ τούτων δεκάτην Πεισίστρατος φέρει. Θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παῤῥησίαν αὐτοῦ τῆς δεκάτης ἀτέλειαν ἔδωκε. Καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο.