Ancient Greek
4.83 to 4.85
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.83-85
Not analysed yet
Κυθνώλεις συμφοραί: τοῦτο εἰς παροιμίαν ἦλθε διὰ τὰ Κυθνίοις συμβάντα. Φησὶ γὰρ Ἀριστοτέλης οὕτως κακῶς αὐτοὺς διατεθῆναι ὑπὸ Ἀμφιτρύωνος, ὥστε τὰς μεγάλας συμφορὰς Κυθνώλεις καλεῖσθαι. Λαγὼς καθεύδων: παροιμία ἐπὶ τῶν προςποιουμένων καθεύδειν. Λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχων: δειλὸν ἄγαν τὸ ζῶον· ὅθεν καὶ Ῥηγῖνος λαγὼς ἐλέχθη, καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. Παρομία δέ τις ἐστὶν, Ὁ λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων τασσομένη.