Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.86
Not analysed yet
**Λέρνη κακῶν: παροιμία τίς ἐστιν Ἀργολικὴ, ἣν ἀποδιοπομπούμενοι ἔλεγον. Τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον, ***διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν. Ἀκριβέστερον δ’ ἄν τις τὴν παροιμίαν φαίη ἀπό τινος ἱστορίας διαδεδόσθαι. Δαναὸς γὰρ ἱστορεῖται τὰς τῶν Αἰγυπτιαδῶν κεφαλὰς αὐτόθι καταθεῖναι· καὶ ἐξ ἐκείνου τοῦ παρανομήματος ἡ παροιμέα ἐλέχθη. Ἴσως δὲ καὶ εἰς ὕβριν αὐτῶν ὁ Δαναὸς ἐκελεύσατο ἐκεῖ τὰ καθάρσια βάλλεσθαι. [ἢ ἀπὸ τῆς ὕδρας τῆς πολυκεφάλου ἐν αὐτῇ γενομένης.]