Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.91
Not analysed yet
Λήμνιον κακόν: παροιμία, ἣν διαδοθῆναι φᾶσὶν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν. Ἢ διὰ τὸ τὰς ἁρπαγείσας ὑπὸ Πελασγῶν ἐκ τῆς Ἀττικῆς γυναῖκας εἰς Δῆμνον ἀπαχθῆναι· ἃς ἀποτεκούσας τρόπους τε τῶν Ἀθηναίων διδάξαι τοὺς παῖδας καὶ γλῶτταν· τούτους δὲ τιμωρεῖν ἀλλήλοις καὶ τῶν ἐκ τῶν Θρᾳσσῶν γεγενημένων ἐπικρατεῖν· τοὺς δὲ Πελασγοὺς ἐπὶ τούτῳ ἀχθομένους κτεῖναι αὐτοὺς καὶ τὰς μητέρας αὐτῶν. Ἢ διὰ τὴν δυςωδίαν τῶν Λημνιάδων γυναικῶν τὴν παροιμίαν διαδοθῆναι. Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ, ἀπὸ τῆς παρανομίας αὐτῶν.