Ancient Greek
4.87 to 4.90
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.87-90
Not analysed yet
Λευκηπατίας: Κλέαρχος ἐν τῷ περὶ Βίων φησὶ συμβαίνειν τὶ περὶ τὸ ἦπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ· εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν. Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων. Δευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων ἡ παροιμία ἐλέγετο, Ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Ἐν γὰρ τοῖς λευκοῖς λίθοις λευκαὶ στάθμαι οὐδὲν δύνανται δεικνύναι, καθάπερ ἡ διὰ τῆς μίλτου. Στάθμη δὲ ἐστὶ σπάρτος τεκτονική. Ἀήθαργος κύων: ὁ προςσαίνων μὲν, λάθρα δὲ δάκνων. Καὶ τῶν ἵππων οἱ νωθροὶ λαίθαργοι. Καὶ πάθος τι σὺν πυρετῷ.