Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.10
Not analysed yet
Μὴ σύ γε μελαμπύγου τύχοις: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχοις. Παροιμία δέ ἐστιν ἐντεῦθεν· Θείας τῆς Ὠκεανοῦ θυγατρὸς ἐγένοντο παῖδες δύο· οὗτοι τοὺς παριόντας βιαζόμενοι ἠδίκουν. Ἡ δὲ μήτηρ αὐτοῖς παρῄνει μηδὲν ἄδικον ποιεῖν, ἵνα μή τινος μελαμπύγου τυχόντες δίκην δώσουσιν. Ἐφέσταται οὖν αὐτοῖς Ἡρακλῆς, καὶ τοὺς πόδας αὐτῶν συνδήσας πρὸς ἀλλήλους καὶ τῆς λεοντῆς ἐξαρτήσας κάτω †ἄρας ἐπέθηκε τοῖς ὤμοις αὐτοῦ· οἱ δὲ δασύτητα περὶ τῆν’ πυγὴν τοῦ Ἡρακλέους ὁρῶντες ἐγέλων, ἀναμνησθέντες τῆς μητρός. Πυθόμενος δὲ Ἡρακλῆς τὴν αἰτίαν τοῦ γέλωτος ἥσθη καὶ ἀπέλυσεν αὐτούς.