Ancient Greek
5.11 to 5.12
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.11-12
Not analysed yet
Μία λόχμη οὐ τρέφει δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. Ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ: παροιμιωδῶς τοῦτο, ὅτι Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, Βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ εἰς γνῶσιν ἐμβαλεῖν ἢ εἰς ἀμαθίαν,