Ancient Greek
5.14 to 5.17
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.14-17
Not analysed yet
Μύλλος πάντα ἀκούων: αὕτη τέτακται ἐπὶ τῶν κωφότητα προςποιουμένων καὶ πάντα ἀκουόντων. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Κλεοβουλίναις. Ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς ὁ Μύλλος. Μυσῶν λεία: παροιμία ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι. Ἐκεῖθεν οὖν ἐλέγετο ἡ Μυσῶν λεία. Μᾶλλον ὁ Φρύξ: συναγαγὼν ὁ Κροῖσος, ὥς φασι, τοὺς σοφοὺς, ἠρώτα, τίνα εἰδεῖεν εὐδαιμονέστατον. Ἄλλου δὲ ἄλλον λέγοντος Αἴσωπος ὁ Φρὺξ, ὁ μυθοποιὸς, τοσοῦτον ἔφη τὸν Κροῖσον τῶν ἄλλων ὅσον καὶ τὴν θάλατταν τῶν ποταμῶν προέχειν. Ἀκούσας δὲ ὁ Κροῖσος, εἶπε· Μᾶλλον ὁ Φρύξ. Μία Μύκονος: Νηλεὺς προςέταξε τοῖς ἑαυτοῦ παισὶν, Ἡγήτορι καὶ Ἱπποκλεῖ, τὰς νήσους καταστρέψασθαι. Χειρωσαμένου δὲ πολλὰς τοῦ Ἡγήτορος, Ἱπποκλέους δὲ μίαν τὴν Μύκονον, βουλομένου δὲ πασῶν ἔχειν τὸ μέρος, πέμψαντες ἠρώτησαν κοινῇ τὸν θεὸν, τίνες εἶεν τοὺ Ἡγήτοπος νήσοι· ὁ δὲ εἶπε, Μία Μύκονος.