Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.18
Not analysed yet
Μὴ κίνει Καμάριναν: φασὶν εἶναι λίμνην τῇ πόλει τῇ Καμαρίνῃ, ὁμώνυμον ταύτῃ, ἣν οἱ Καμαριναῖοι, μετοχετεῦσαι εἰς τὸ πεδίον βουλόμενοι, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ εἶπε, Μὴ κίνει Καμάριναν. Οἱ δὲ παρακούσαντες τοῦ χρησμοῦ ἐβλάβησαν. Κἀκεῖθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν βλαβερῶς τι ποιεῖν ἑαυτοῖς μελλόντων. Τινὲς δέ φασι φυτὸν δυςῶδες εἶναι τὴν καμάριναν, οὗ τοὺς κλάδους διασειομένους ἀηδέστερον ὄζειν.