Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.24
Not analysed yet
Νάηρα καὶ Χαρμιόνη: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης· ἡ δὲ, τῶν ὀνύχων· παρέμειναν δ’ αὐτῇ καὶ μέχρι θανάτου, καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος χειρωσάμενος, ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ εἰς θρίαμβον ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. Ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν, ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν. Ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη, ἐπέτρεψεν Ναήρᾳ καὶ Χαρμιόνῃ ἐχίδνας παρ’ ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. Εἶθ’ οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ’ αὐτῆς ἀνῃρέθη. Ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ σήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώλειον, Ναήρᾳ καὶ Χαρμιόνῃ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.