Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.25
Not analysed yet
Νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται καὶ τοὺς βασιλεῖς αὐτῶν ὡς θεοὺς προςκυνοῦσι· καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνων τυγχάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίαν βλέπουσι. Καὶ ἄλλα εἰσὶ παρ’ αὐτοῖς, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται. Γόρδιοι τὸν παχύτατον ἑαυτῶν βασιλέα αἱροῦνταὶ. Συρακοὶ τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν. Ὡς δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν. Στυμφαλοὶ τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι προςομιλήσασαν. Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι. Σαυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι. Μαζούσιος δὲ γυναικὶ οὗ μίγνυται, εἰ μὴ πολεμίαν ἕλῃ. Τιβαρηνοὶ, τῶν γυναικῶν τεκουσῶν, αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατακλίνονται. Παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται. Ἰσσηδόνες τοὺς γονεῖς ἐσθίουσι, χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσι. Τραυσοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσι. Βακχείριοι, ἐὰν [μὴ] ἀπὸ νόσου σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν. Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδὲ ἔμψυχόν τι σιτοῦνται. Εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ φύσιν ὕδατος οὗ πίνουσι. Θυσσαγέται τοῖς θεοῖς τὰ ὀστᾶ θύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες. Ταυροσκύθαι ἀνθρώπους θύουσι. Βυζωνοὶ, μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται. Οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλην τρέφουσιν ἀντὶ προβάτων. Αἰθίοπες δὲ οἱ λεγόμενοι †Κολχεῖς, ὑαίνας. Διὰ ταῦτα ἡ παροιμία εἴρηται.