Ancient Greek
5.34 to 5.38
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.34-38
Not analysed yet
Οὐδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρηται ἡ παροιμία· ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα [καὶ λαμπάδα]· καὶ τούτου νόμος ἦν μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμίᾳ. Ὁ σκνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων ἡ παροιμία εἴρηται. Σκνὶψ γάρ ἐστι θηρίδιον ξυλοφάγον, ἀπὸ τόπον εἰς τόπον μεταπηδῶν, Μέμνηται ταύτης Στράττις. Οἶδε Πυλαία ταῦτα καὶ Τυττυγίας: ὁ Τυττυγίας ἀνδραποδιστὺς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. Τάττεται δὲ ἡ παροιμία κατὰ τῶν ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων. Οὐ παντὸς ἀνδρὰς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς: Κόρινθος πολλὰς εἶχεν ἑταίρας καὶ πολυτελεῖς, αἳ τοὺς ἀφικομένους τῶν ξένων ἐδασμολόχουν, τὰ ἐφόδια αὐτῶν ἀναλαμβάνουσαι. Διὰ γοῦν τοῦτο ἐπὶ τῶν τρυφᾶν βουλομένων [ἀπόρων] εἰρῆσθαι τὴν παροιμίαν. Ὄνου πόκους ζητεῖς: ἐπὶ τῶν ἀνυπόστατα ζητούντων. Παρόσον τὴν ὄνον οὔτε πέξαι τὶς δύναται οὔτε κεῖραι. Λέγεται δὲ καὶ Ὄνον κείρεις, ἐπὶ τῶν ἀνηνύτοις ἐπιχειρούντων.