Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.39
Not analysed yet
Ὄνου παρακύψεως: μέμνηται ταύτης Μένανδρος ἐν Ἱερείᾳ. Λέγουσι δὲ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, †καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμένων εἴρηται ἡ παροιμία.