Ancient Greek
5.41 to 5.42
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.41-42
Not analysed yet
Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ; Τελχίνων φύσει βασκάνων ὄντων, (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταῤῥαίνοντες ἄγονον ἐποίουν,) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. Ὑπερίσχυε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. Διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. Ὄνῳ τὶς ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ’ ἀμφότερα. Τό τε γὰρ ζῶον νωχελὲς ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἱονεὶ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας. Πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ἆτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;