Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.43
Not analysed yet
Οἰδίποδος ἀρά: ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ἱστορεῖται δὲ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι’ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκάστου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέγουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόντων δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θηβαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο, ἐπεὶ διωκομένῳ τῆς πόλεως οὐκ ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ' ἀλλήλων ὕστερον ἀνήρέθησαν.