Ancient Greek
5.44 to 5.49
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.44-49
Not analysed yet
Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαίμων τις Οἰταῖος ἐπωνομάσθη, ὃς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν. Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυςανασχετούντων ἐπί τινι δυςχερεῖ πράγματι λέγεται ἡ παροιμία. Κύκλωψ γάρ ἐστι δρᾶμα Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ ὁ Ὀδυσσεὺς περισχεθεὶς τῷ τοῦ Κύκλωπος σπηλαίῳ λέγει, Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν. Ὅσα Μῦς ἐν Πίσσῃ: αὕτη ἡ παροιμία εἴρηται ἐπὶ τῶν νενικηκότων τοὺς ἀνταγωνιστὰς διὰ πολλοῦ πόνου· Μῦς γὰρ Ταραντῖνος πύκτης ἐν Πίσῃ ἀγωνιζόμενος, καὶ πολλοὺς ἔχων ἀντιμάχους, πολλὰς πληγὰς λαβὼν, μόλις ἐνίκησεν. Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν, ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον, ἔφη, Οὐδὲν ἱερόν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ ἀχρήστων. Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγούμενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς, καὶ λαβόντα τὶ τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος, ὁρμῆσαι ἐπὶ τὰς Ἡρακλέους στήλας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. Χρόνῳ δὲ ὕστερον τὸν Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρησόμενον τῷ μαντείῳ· τὸν δὲ θεὸν προςειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα· καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι. Οὐδὲ Ἡρακλῆς πρὸς δύο: φασὶν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα, πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει, τῇ δευτέρᾳ πενταετηρίδι πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι. Λέγουσι δὲ τούτους εἶναι οἱ μὲν Λάϊον καὶ Φέρανδρον· οἱ δὲ Κτέατον καὶ Εὔρυτον.