Ancient Greek
5.51 to 5.53
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.51-53
Not analysed yet
Σικελὸς τὴν θάλασσαν: Σικελὸς, φασὶν ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθήμενος, καὶ ὁρῶν τὴν θάλασσαν ἐν γαλήνῃ, ἔφη, Οἶδα ὁ θέλει· σῦκα θέλει. Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ὁ Δήμων φησὶν ἐν τοῖς τραχέσι καὶ δυςβάτοις τόποις τοὺς ἐλάφους προςτρίβοντας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν. Οὔθ’ ὕεται, οὔθ’ ἡλιοῦται: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων, τουτέστιν, Οὔτε βρέχεται, οὔτε ἡλιοβολεῖται.