Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.54
Not analysed yet
Οὐδὲ τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην, †Τόψιον ἐπικαλούμενον. Δοιδορούμενος δὲ ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄῤῥητα, καίτοι πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον [αὑτὸν κατὰ] τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ. ὁ δὲ ἀθύμήσας ἀπήγξατο. Εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. Καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ, καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια, καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.