Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.63
Not analysed yet
Πάντα λίθον κίνει: παροιμία. Ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐπεστράτευσεν, ἡττηθεὶς περὶ Σαλαμῖνα, αὐτὸς μὲν ἀνέζευξε, Μαρδόνιον δὲ κατέλιπε πολεμήσοντα τοῖς Ἕλλησιν. Ἡττηθέντος δὲ καὶ τούτου τὴν ἐν Πλαταιαῖς μάχην, φήμη τις κατέσχεν, ὡς ἐν τῷ περιβόλῳ τῆς σκηνῆς ὁ Μαρδόνιος θησαυρὸν καταλέλοιπε. Πριάμενος οὖν Πολυκράτης ὁ Θηβαῖος τὸν τόπον, χρόνον μὲν πολὺν ἐζήτει τὸν θησαυρόν· ὡς δ’ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι τὰ χρήματα. Τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει· ὅθεν ἡ παροιμία ἐκράτησεν.