Ancient Greek
5.55 to 5.62
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.55-62
Not analysed yet
Οὐδ’ ἴκταρ βάλλειν: τὸ ἴκταρ σημαίνει ἐγγύς· τουτέστιν οὐδὲ ἐγγύς ἐστιν· εἴρηται δὲ κατὰ γλῶτταν, ὥςπερ τὸ Διωλύγιον κακὸν σημαίνει τὸ μέγα. Μέμνηται δὲ ἀμφοτέρων ὁ Πλάτων. τοῦ μὲν διωλύγιον ἐν Θεαιτήτῳ, τοῦ δ’ ἴκταρ βάλλειν ἐν Πολιτείᾳ. Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: αὕτη παρ’ οὐδενὶ τῶν ἀρχαίων ἐστί. λέγεται δὲ ἐπὶ τῶν σωζομένων ἀφ’ ὧν οὐκ ἤλπισαν. Φησὶ δὲ Εὔδοξος Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι· τὸν Ἰόλαον δὲ ἅπαντα πράττοντα διὰ τὸ ἀναστῆσαι τὸν Ἡραπλέα, τὸν ὄρτυγα, ᾧ ἔχαιρεν Ἡρακλῆς, ζῶντα καῦσαι· ἐκ δὲ τῆς κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέᾳ. Οἴκοι τὰ Μιλήσια: ἡ παροιμία τέτακται ἐπὶ τῶν ὅπου μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῇ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν. Εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια. Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων μήτε μεθεῖναι βουλομένων ἡ παροιμία εἴρηται. Μέμνηται αὐτῆς Σοφοκλῆς Ἀχιλλέως ἐρασταῖς. Ὁ Σκύθης τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτὸ εἴρηται ἡ παροιμία. Μαρτυρεῖ δὲ καὶ Πίνδαρος λέγων· Ἄνδρες τινὲς ἀκκιζόμενοι Σκύθαι νεκρὸν ἵππον στυγέοισιν λόγῳ κτάμενον ἐν φάει· κρυφᾶ δὲ σπολιοὺς γένυσιν ἀνδέροισιν πόδας ἠδὲ κεφαλάς. Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον, ἢ εὐεργετεῖν, ὥς φησι Μένανδρος ἐν Συνεφήβοις. Πιτάνη εἰμί: αὕτη παρ’ Ἀλκαίῳ κεῖται, Λἐγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς περιπιπτόντων ἅμα καὶ εὐπραγίαις· παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι. Πάντα κάλων σεῖε: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.