Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.68
Not analysed yet
Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα: μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπωδῇ. Γράφει δὲ καὶ Ὅμηρος τὸν στίχον. Φησὶ δὲ καὶ Ἴων ὁ τραγικός· Ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων θηρίων ὀσμὴν λάβῃ, στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν πανουργοτάτων.