Ancient Greek
5.69 to 5.70
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.69-70
Not analysed yet
Πῦρ ἐπὶ πῦρ: παροιμία, ἧς μέμνηται Πλάτων. Καὶ κακὸν ἐπὶ κακῷ. Πρὸς κέντρα λακτίζειν: παροιμία, ἧς μέμνηται Εὐριπίδης· Πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. Καὶ Αἰσχύλος δὲ ταύτης μέμνηται.