Ancient Greek
5.72 to 5.74
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.72-74
Not analysed yet
Πενία δὲ σοφίαν ἔλαχε: κομματικῶς τοῦτο ἐκ τῶν Εὐριπίδου εἵλκυσται, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. Πάντα χναύματα: λέγουσι τὰ ἀποθραύσματα τῶν ἰτρίων καὶ πλακούντων. Τὸ γοῦν πᾶν χναῦμα σημαίνει, οἷον πᾶν πρᾶγμα. Πᾶσα γῇ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.