Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.75
Not analysed yet
Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: Φιλόχορός φησιν ὅτι Νύμφαι κατεῖχον τὸν Παρνασὸν τροφοὶ Ἀπόλλωνος τρεῖς, καλούμεναι Θριαί, ἀφ’ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ μαντεύεσθαι θριᾶσθαι. Ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκιμούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῷ Ἀπόλλωνι ψευδῇ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντικήν. Πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρχομένων χρησμοὺς τὴν Πυθίαν εἰπεῖν· Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες.