Ancient Greek
5.76 to 5.79
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.76-79
Not analysed yet
Πεύκης τρόπσν: αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχαι: παροιμία ἐπὶ τῶν ψευδῆ δόξαν ἐχόντων. Πάντα ὀκτώ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεοὺς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανὸν, Σελήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτὼ, Στάδιον, [Δόλιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμὴν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ’ ὧν εἰρῆσθαι πάντα ὀκτώ. Πυραύστου μόρος: πτηνόν ἐστι ζωΰφιον, ὃ προςιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν ἅπτεσθαι τοῦ πυρὸς κατακαίεται. Μέμνηται καὶ αὐτοῦ Αἰσχύλος εἰπών· Δέδοικα μωρὸν κάρτα πυραύστου μόρον. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων ἀπώλειαν.