Ancient Greek
5.94 to 5.99
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.94-99
Not analysed yet
Συρακουσία τράπεζα: ἡ πολυτελής. Ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων. Συστομώτερος σκάφης: παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων, διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφεῖτο. Τάττεται δὲ ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι· ἐπειδὴ οἱ μέτοικοι σκάφας ἔφερον ἐν ταῖς πομπαῖς. Μέμνηται ταύτης Μένανδρος ἐν τῷ Εὐνούχῳ. Σχῖνον διατρώγειν: εἰώθασι τὸν σχῖνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· παρ’ ὃ καὶ τοὺς τοιούτους σχινοτρώκτας λέγουσιν. Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα: σειρῆνα λέγει οὐ τῶν ᾠδικῶν παρθένων μίαν, ἀλλὰ ζῶον ὑπόπτερον μελίσσῃ ἐοικὸς, ὥς φησιν Ἀριστοτέλης. Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ: τοῦτο Σοφοκλέους ἐστὶν ἐξ Αἴαντος τοῦ Λοκροῦ· Πλάτων δὲ Εὐριπίδου φησὶν εἶναι τὸ ἰαμβεῖον. Καὶ οὐδὲν θαυμαστόν· συμπίπτουσι γὰρ ἀλλήλοις οἱ ποιηταί. Σὺν δὲ θεοὶ μάκαρες: τοῦτο ἐπιλέγουσιν οἱ ῥαψῳδοί· ὡς καὶ οἱ κιθαρῳδοὶ, Ἀλλ’ ἄναξ μάλα χαῖρε.