Ancient Greek
Centuria 5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 5.100
Not analysed yet
Σαυτὴν ἐπαινεῖς: αὕτη τῶν’ κατ’ ἔλλειψιν λεγομένων ἐστί· τὸ δὲ πλῆρες ἔχει οὕτως, Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι. Ἀστυδάμας γὰρ ὁ Μορσίμου εὐημερήσας ἐν τῇ ὑποκρίσει Παρθενοπαίου, ἐψηφίσθη εἰκόνος ἐν τῷ θεάτρῳ ἀξιωθῆναι. Γρόψας οὖν αὐτὸς ἐπίγραμμα ὁ Ἀστυδάμας ἔπαινον ἑαυτοῦ ἔχον ἀνήνεγκεν ἐπὶ τὴν βουλήν· οἱ δὲ ἐψηφίσαντο ὡς ἐπαχθὲς αὐτὸ μηκέτι ἐπιγραφῆναι. Διὸ καὶ σκώπτοντες αὐτὸν οἱ ποιηταὶ ἔλεγον, Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.