Ancient Greek
6.1 to 6.8
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.1-8
Not analysed yet
Συρβηνὸς χορός: αὕτη τέτακται κατὰ τῶν ἀτάκτων χορῶν, ἀπὸ τοῦ τινὰς τοῖς ὑσὶν ἐπιφωνεῖν Σύρβας. Σύρβην δὲ τὸν τάραχον ἔλεγον. Σκύτη βλέπει: μέμνηται αὐτῆς Εὔπολις ἐν Χρυσῷ γένει. Φησὶ γὰρ· Ἀτεχνῶς μὲν οὖν, τὸ λεγόμενον, σκύτη βλέπει. Εἴρηται δὲ ἐπὶ τοῖς ὑποψιαστικῶς διακειμένοις πρὸς τὰ μέλλοντα κακά. Τὰ ἀπὸ τρίποδος: παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων, ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ. Τινὶ γὰρ πονηρῷ χρωμένῳ πολλὰ ἄτοπα ὁ θεὸς ἀνεῖλε καὶ τέλος ἐπεῖπε· Ταῦτά τοι ἐκ τρίποδος τοῦ Δελφικοῦ ἔφρασε Φοῖβος. Τάλαντα Ταντάλου: διεβεβόητο ὁ Τάνταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. Διπλῆν δὲ συμβέβηκεν εἶναι τὴν παροιμίαν, καὶ τὴν μὲν, Ταντάλου τάλαντα τανταλίζεται· τήν δὲ, Ταντάλου τάλαντα. Τὸ Δωδωναῖον χαλκεῖον: κεῖται παρὰ Μενάνδρῳ ἐν τῇ Ἀῤῥηφόρῳ. Εἴρηται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων καὶ μὴ διαλειπόντων. Φασὶ γὰρ ἐν Δωδώνῃ χαλκεῖον ἐπὶ κίονος ἐν μετεώρῳ κεῖσθαι· ἐπὶ δὲ ἑτέρου πλησίον κίονος ἑστάναι τὸν παῖδα ἐξηρτημένον μάστιγα χαλκῆν· πνεύματος δὲ κινηθέντος μεγάλου τὴν μάστιγα πολλάκις εἰς τὸν λέβητα ἐκπίπτειν, καὶ ἠχεῖν οὕτω τὸν λέβητα ἐπὶ χρόνον πολύν. Τερμέρια κακά: τὰ μεγάλα, Καὶ ἡ παροιμία ἐντεῦθεν. Τετράδι γέγονας: παροιμία· τὸν Ἡρακλέα γὰρ φασὶ τετράδι γεννηθῆναι, καὶ ἔνδοξον ὄντα καὶ ἐπιφανέστατον ἄλλῳ ταλαιπωρεῖν. Ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων. Μέμνηται ταύτης Πλάτων ὁ κωμικός. Φασὶ δὲ αὐτὸν καὶ τετράδι θεὸν νομισθῆναι. Τρυγόνος λαλίστερος: μέμνηται ταύτης Μένανδρος ἐν Πλοκίῳ. Ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι. Τάττεται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων.