Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.10
Not analysed yet
Τὰ Ναννάκου: εἴρηται ἡ παροιμία ἐπὶ τῶν θαυμαζομένων ἐπὶ παλαιότητι, ἢ ἐπὶ τῶν πολλὰ θρηνούντων. Νάννακος γὰρ ἐγένετο Φρυγῶν βασιλεὺς, ὡς φησὶν Ἑρμογένης ἐν τοῖς Φρυγίοις, πρὸ τῶν Δευκαλίωνος χρόνων· ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμὸν, συναγαγὼν πάντας εἰς τὰ ἱερὰ μετὰ δακρύων ἱκέτευεν. Ἡρώδης δὲ ὁ ἰαμβοποιὸς φησὶν· Ἵνα τὰ Ναννάκου κλαύσῃ.