Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.11
Not analysed yet
Τὰ τρὶα τῶν εἰς τὸν θάνατον; μέμνηται ταύτης Ἀλέξανδρος ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησὶν, ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμόν· καὶ προείρηται αὐτῷ, εἰ λύσει πρὸ τῆς νενομισμένης ἡμέρας, ἕξει μίαν τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι, ἢ τῆς χειρὸς, ἢ τῆς γλώττης. Ἄλλοι δέ φασιν ὅτι τῷ καταγινωσκομένῳ θάνατον τρία προςεφέρετο, ξίφος, βρόχος, κώνειον.