Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.15
Not analysed yet
Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ὕστατα καὶ τελευταῖα ποιούντων. Μέμνηται δὲ αὐτῆς Μένανδρος. Φασὶ δὲ, ὅτι Πολυκράτης ὁ Σαμίων τύραννος ἑλὼν Ῥήνειαν καὶ ἀναθεὶς αὐτὴν Ἀπόλλωνι τῷ Δηλίῳ, ἀγῶνα θεὶς κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια καὶ Πύθια; Ἀνεῖλε δὲ αὐτὸς ὁ θεός· Ταῦτά σοι καὶ Δήλια καὶ Πύθια. Ἐσήμαινε δὲ αὐτῷ ὅτι εὐθὺς ἀποθανεῖται· Ὀροίτης γὰρ αὐτὸν ὁ Πέρσης ἐσταύρωσεν.