Ancient Greek
6.16 to 6.20
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.16-20
Not analysed yet
Τάδε Μῆδος οὐ φυλάξει: Δικαίαρχος φησὶν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι, οἱ Ἕλληνες ὐπογνόντες τῆς σωτηρίας, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες, Τάδε Μῆδος οὐ φυλάξει. Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: ταύτης Πλάτων ἐν Μενέλεῳ μέμνηται. Φασὶ δὲ, ὅτι ἐν Θήβαις οἱ ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. Καὶ Ἀριστοτέλης δέ φησι περὶ Θηβαίων τὸ αὐτὸ τοῦτο, ὅτι τοὺς αὐτόχειρας ἑαυτῶν γινομένους οὐκ ἐτίμων. Τὸ οὖν, Ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται. Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάττεται. Ἱστορεῖται δὲ, ὅτι Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὡς φησὶ Κλέαρχος ἐν τῷ περὶ βίων. Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων εἴρηται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. Μέμνηται ταύτης Σοφοκλῆς. Ὑπὸ παντὶ λίθῳ σκορπίος: παροιμία, Ὑπὸ παντὶ λίθῳ σκορπίος καθεύδει.