Ancient Greek
6.22 to 6.25
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.22-25
Not analysed yet
Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο Δημητρίου τοῦ Ἀλικαρνασέως φασὶν εἶναι λέγοντος, Οἶνός τοι χαριέντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις. Ὑπὲρ τὰ ἐσκαμμένα: Φάϋλλος ἐγένετο πένταθλος *Πόντιος, ὃς ἐδόκει μέγιστα δισκεύειν καὶ ἅλλεσθαι· ἐπειδὴ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους πεντήκοντα πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παροιμίαν περιέστη. Ὕδωρ παραῤῥέει: αὕτη τάττεται ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. Μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς ῥέοντα πλοῖα εἰςβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν. Ὑπέρου περιτροπή; αὕτη τέτακται ἐπὶ τῶν πάντα ποιούντων καὶ μηδὲν περαινόντων. Μέμνηται αὐτῆς Φιλήμων ἐν Ἥρωσιν.