Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.21
Not analysed yet
Ὕλαν κραυγάξειν: ἐπὶ τῶν μάτην βοώντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τὸν Ὕλαν ἀφανῆ γενόμενον ὁ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ μετὰ κραυγῆς πολλὰ ζητήσας οὐχ εὗρεν. Ἱστορεῖται δὲ περὶ τοῦ Ὕλα, ὅτι ἡρπάγη παρὰ τῶν Νηρηΐδων διὰ κάλλος. Φασὶ γάρ τινες, καὶ τὸν Ἡρακλέα σύμπλουν γενέσθαι τῷ Ἰάσονι μετὰ καὶ τοῦ Ὕλα, διὰ δὲ τὴν τούτου ἀπώλειαν λυπηθέντα τὸν Ἡρακλέα εἰς Μυσίαν ἀπολειφθῆναι. Ἐκεῖσε γὰρ οἱ Ἀργοναῦται προσχόντες, τὸν Ὕλαν Ἡρακλέους ἐρώμενον πρὸς θήραν πέμπουσιν· ὁ δὲ διὰ κάλλος ὑπὸ Νηρηΐδων ἁρπαγεὶς ἀνεβόησε. Καὶ Πολύφημος ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων, καὶ δηλοῖ περὶ τούτου Ἡρακλεῖ· ζητήσαντος δὲ πολλὰ τὸν Ὕλαν Ἡρακλέους, καὶ μὴ ὑποστρέψαντος διὰ λύπην, ἐπεὶ τὸν ζητούμενον οὐχ εὗρεν, ἡ ναῦς ἀνήχθη. Καὶ Ἡρακλῆς πρὸς Ἄργος ὑπέστρεψεν.