Ancient Greek
6.39 to 6.49
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.39-49
Not analysed yet
Χαραδραῖος λέων: ὁ παρὰ ταῖς Χaράδραις, εἰ μὴ ἄρα τὸν Θεσπιακὸν λέγει, ὃν πρῶτον ἀνεῖλεν Ἡρακλῆς ἐν Θεσπιαῖς. Χαράδρα δὲ καλεῖται ὁ τόπος. Χάραξ τὴν ἄμπελον: παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ. Ἀναγράφει δὲ αὐτὴν κακῶς Ἀριστοφάνης, Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. Χαρώνιος θύρα: μία τοῦ νομοφυλακίου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτου ἐξάγονται. Χαῖρε φίλον φῶς: γραῦς θέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥάκωσιν τοῦ σώματος ἐλέγξῃ, τὸν λύχνον ἀποσβέσασα εἶπε, Χαῖρε φίλον φῶς. Χρήματα χρήματ’ ἀνήρ: αὕτη ἀποφθεγματικὴ ἐστὶν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. Μέμνηται αὐτῆς Πίνδαρος. Ἀλκαῖος δὲ ὁ ποιητὴς ὑπὸ Ἀριστοδήμου τοῦ Λακεδαιμονίου εἰρῆσθαι ταύτην φησίν. Χειροβρῶτι δεσμῷ: τοῖς πυκτικοῖς ἱμᾶσι. Διὰ τὸ τὰς σάρκας διακόπτειν καὶ ἀναλίσκειν. Βέλτιον δὲ τὸν δεσμὸν ἀκούειν, τὸν ἀποβιβρώσκοντα τὼ χεῖρε. Ἐδεήθη γὰρ ἔν τινι πετραίῳ Στησίχορος εὐναρχεῖν τῶν ἐπὶ Πελίᾳ ἄθλων. Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. Ἐκομίζετο γὰρ ἐπὶ τοὺς τάφους λουτρά. Χειρώνειον ἕλκος: τὸ ἀπὸ πολλῆς στάσεως ἐν τοῖς ποσὶ γινόμενον τραῦμα, καὶ διηνεκῶς ἰχῶρας ἐκκρίνον. Τοξευθεὶς γὰρ ὑπὸ Ἡρακλέους ὁ Χείρων, μάχην πρὸς Κενταύρους ἐνστησαμένου, ἀνίατον ἔσχεν ἕλκος περὶ τὸν πόδα· δι’ οὑ καὶ ἀπέθανεν. Ὅθεν ἡ παροιμία ἐπὶ τῶν ἀνιάτων προήχθη τραυμάτων. Χρυσὸς ὁ Κολοφώνιος: μέμνηται ταύτης Ἀριστοφάνης ἐν Κωκάλῳ. Εἴρηται δὲ, παρόσον οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. Καὶ Ἡρόδοτος δὲ Κολοφώνιον καλεῖ τὸν ἄριστον χρυσόν. Χαμαὶ ἀντλεῖς, Πλίνθον πλύνεις, Φακὸν κόπτεις: αὗται πᾶσαι ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχειρούντων εἴρηνται. Ψώρα Ἡράκλειος: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ ἀνῆκε πολλαχοῦ θερμὰ λουτρὰ πρὸς ἀνάπαυλαν τῶν πόνων, ὡς φησὶ καὶ Πείσανδρος ὁ ποιητὴς ἐν τοῖς περὶ Ἡρακλέους.