Ancient Greek
Centuria 6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.50
Not analysed yet
Ὥςπερ Χαλκιδικὴ τέτοκεν ἡμῖν ἡ γυνή: ταύτης Πολύζηλος μέμνηται ἐν Μουσῶν γοναῖς, ἐπί τινος πολλὰς θυγατέρας ἀπογεννώσης· ἐπειδὴ Χαλκίδα τῆς Εὐβοίας πόλιν φασὶ ποτὲ ἀνθῆσαι δόρασί τε καὶ πλήθει τετρώρων ἁρμάτων. Οἱ δὲ φασὶν οὐ τὴν πόλιν, ἀλλὰ τὴν ἡρωΐδα Χαλκίδα εἰρῆσθαι. Κόμβην γὰρ φασὶ, τὴν ἐπικληθεῖσαν Χαλκίδα, ἐπειδὴ ὅπλα χαλκᾷ ἐποιήσατο, πρώτην συνοικήσασαν ἀνδρὶ ἑκατὸν παίδων γενέσθαι μητέρα, ὡς ἱστοροῦσιν οἱ τὰ Εὐβοϊκὰ συγγράψαντες καὶ Ἄριστος ὁ Σαλαμίνιος.