Ancient Greek
6.51 to 6.52
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 6.51-52
Not analysed yet
Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος: ταύτης μέμνηται Μένανδρος ἐν Ὀλυνθίᾳ. Ὡς τὴν ἐν Ἄργει ἀσπίδα καθελὼν σεμνύνεται: οἱ μὲν ἱερὰν φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καθηλουμένην ὀχυρὰν καὶ δυςκαθαίρετον. Οἱ δὲ λόχον φασὶν εἶναι ἐν Ἄργει τῶν πάνυ ἀκμαζόντων νεανίσκων, ὃν Ἀσπίδα καλεῖσθαι.