Ancient Greek
683.1 to 683.4
Zonaeus, Peri Schematon Ton Kata Logon 683.1-4
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ ζ. ΚΛΙΜΑΚΩΤΟΝ δὲ γίνεται, ὅταν ἐπὶ πλεῖον προτείνοντες τὸ προκείμενον κεφάλαιον ἕκαστον κόμμα τελευταῖν λόγου καὶ ἀρχὴν ποιήσωμεν, ὡς τὸ· „Ἡραϊστος μὲν ἔδωκε Διί, Ζεὺς δὲ τῷ Ἑρμῇ, Ἑρμῆς δὲ τοῖς ἄλλοις. “ἡ. ΠΡΟΔΙΑΣΑΦΗΣΙΣ ἐστιν, ὅταν πεπληρωμένῳ λόγῳ ἐπενεχθῇ ὄνομά τι πλεῖον διασαφοῦν, οἷον περινοεῖ τι τῇ διανοίᾳ μείζονα καὶ ὑψηλότερον· πλήρει γὰρ τῷ λόγῳ ἐπίχεται ἡ διάνοια. θ. ΠΛΕΟΝΑΣΜΟΣ ἐστιν, ὅταν λόγου μόριον προστεθῇ περιττὸν κόσμου χάριν ἢ ἐμφάσεως, οὐ ἀφαιρειθέντος ἡ διάνοια οὐδὲν βλάπτεται, οἷον, „τὸ μὲν δὴ σὸν, ὦ βασιλεῦ,“ τὸ δὴ γὰρ περισσόν.