Ancient Greek
Volume 2
Zosimus Alchem., Ποίημα Ζωσίμου (πρᾶξις γ#) (e cod. Paris. B.N. gr. 2327, fol. 88r) 2.117
Not analysed yet
ΠΟΙΗΜΑ ΤΟΥ ΑΥΤΟΥ ΖΩΣΙΜΟΥ. ΠΡΑΞΙΣ Γ Καὶ πάλιν κατενόησα τὸν θεῖον καὶ ἱερὸν φιαλοβωμὸν, καὶ εἶδόν τινα ἱεροπρεπῆ λευκοποδήρην ἐνδεδυμένον ἱερουργοῦντα τὰ φοβερὰ ἐκεῖνα μυστήρια, καὶ εἶπον· «Ἆρα τίς ἐστιν οὗτος;» καὶ ἀποκριθεὶς εἶπέ μοι· «Οὗτός ἐστιν ὁ ἱερεὺς τῶν ἀδύτων. Οὗτος βούλεται αἱματῶσαι τὰ σώματα, καὶ ὀμματῶσαι τὰ ὄμματα, καὶ τὰ νενεκρωμένα ἀναστῆσαι.» Καὶ οὕτω πάλιν πεσὼν ἐκοιμήθην ἄλλον ὀλίγον, καὶ αὐτὸ δὴ ἐν τῷ ἐπανέρχεσθαί με ἐπὶ τὴν τετάρτην κλί-