Ancient Greek
Volume 2
Zosimus Alchem., Ποίημα Ζωσίμου (πρᾶξις γ#) (e cod. Paris. B.N. gr. 2327, fol. 88r) 2.118
Not analysed yet
μακα, εἶδον κατ' ἀνατολὰς ἐρχόμενον, κατέχοντα ἐν τῇ χειρὶ αὑτοῦ μάχαιραν. Καὶ ἄλλος ὀπίσω αὐτοῦ φέρων περιηκονισμένον τινὰ λευκοφόρον καὶ ὡραῖον τὴν ὄψιν, οὗ τὸ ὄνομα [αὐτοῦ] ἐκαλεῖτο μεσουράνισμα ἡλίου, καὶ ὡς πλησίον ἦλθον τῶν κολάσεων, λέγων ὅτι μάχαιραν κρατῶν, «Περιέτεμε αὐτοῦ τὴν κεφαλὴν, καὶ τὰ κρέατα αὐτοῦ θήσων ἀνὰ μέρος, καὶ τὰς σάρκας αὐτοῦ ἀνὰ μέρος, ὅπως αἱ σάρκες αὐτοῦ πρῶτον ἑψηθῶσιν ὀργανικῶς, καὶ τότε τῇ κολάσει παραπορευθῶσιν.» Καὶ οὕτως πάλιν ἔξυπνος γενόμενος εἶπον· «Καλῶς ἐπενόησα καὶ ὅτι περὶ ταῦτά ἐστιν τὰ ὑγρὰ τῆς μεταλλικῆς.» Καὶ πάλιν ὁ βαστάζων τὴν μάχαιραν ἔφη· «Πεπληρώκατε τὴν κάτω ἑπτὰ κλίμακας. Ὁ δὲ ἕτερος ἔφη ἅμα τῷ ἐκβαλεῖν τοὺς κρουνοὺς δι' ὑγρῶν πάντων· «Ἡ τέχνη πεπλήρωται.»