Ancient Greek · ~4 min
Volume 2
Zosimus Alchem., Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου (e cod. Venet. Marc. 299, fol. 112r) 2.138
Not analysed yet
ΠΕΡΙ ΤΗΣ ΕΞΑΤΜΙΣΕΩΣ ΥΔΑΤΟΣ ΘΕΙΟΥ Ἐν τοῖς ὑμετέροις οἴκοις, ὦ γύναι, διὰ τὴν σὴν ἀκοήν ποτε διατρίβων, ἐθαύμαζον μὲν πᾶσαν τὴν τοῦ παρὰ σοὶ καλουμένου στρούκτορος ἐργασίαν, ἔκπληξιν δέ με ἱκανὴν ἐνέβαλεν ἀντὶ τῶν ἔργων αὐτοῦ, παρῆν μοι δὲ καὶ τὸν πόξαμον ἐκθειάζειν· καὶ ᾦμεν καὶ τὸν ἴδιον νοῦν ἑκάστου τεχνίτου, ὅτιπερ ὀλίγας ἀφορμὰς παρὰ τῶν προγενεστέρων λαβόντες, κάλλιον αὐτοὶ ἐπετήδευσαν. Ἦν οὖν τὸ εἰς ἔκπληξίν με ὄξαν τοῦτο· ἡ τοῦ ἰθμητοῦ ὀρνιθίου ἕψησις, πῶς πεποσμένον ἐκ τῆς αἰθάλης καὶ θέρμης ἑψεῖται, καὶ τῆς τοῦ ζωμοῦ ποιότητος· εἰ καὶ βαφῆς οὐκ ἀμοιρεῖ. Καὶ τοῦτο θαυμάζων ἐπὶ τὸ ἡμέτερον σπούδασμα ὁ νοῦς μὲν ἡνιοχεῖ. Εἰ ἄρα ἐκ τῆς ἀναδόσεως [καὶ] αἰθάλης τοῦ θείου ὕδατος δύναται ἑψεῖσθαι, καὶ χροΐζεσθαι τὸ ἡμέτερον σύνθεμα. Ἐζήτουν δὲ εἴ πού τις ἄρα καὶ τῶν ἀρχαίων τοῦ τοιούτου ὀργάνου μέμνηται· καὶ οὐ παρῆν μοι κατὰ τὸν νοῦν. Ἔνθεν ἀθυμῶν καὶ τὰς σὰς περιβλεπόμενος βίβλους, εὗρον ἐν ταῖς ἰουδαϊκαῖς πλησίον τοῦ τεκνοπαραδότου ὀργάνου καλουμένου τριβίκου, καὶ ταύτην τὴν τοῦ ὀργάνου διαγραφήν. Ἔχει δὲ οὕτως ὡς