Ancient Greek · ~7 min
Volume 2
Zosimus Alchem., Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου (e cod. Venet. Marc. 299, fol. 112r) 2.139
Not analysed yet
πρόκειται. Λαβὼν ἀρσένικον, λεύκανον οὕτως· πηλὸν λιπαρὸν ποίησον πλατὺν ὡς σπεκλαρίου σχῆμα λεπτότατον· καὶ τρῆσον λεπταῖς τρώγλαις κοσκινοειδῶς· καὶ ἐπίθες προσαρηρὸς λοπάδιον, εἰς ὃ ἔστω τοῦ θείου μέρος ἕν· εἰς δὲ τὸ κόσκινον, ἀρσένικον ὅσον βούλει· καὶ ἐπιπωμάσας ἑτέρῳ λοπαδίῳ, καὶ περιπηλώσας τὰς συμβολὰς, <μετὰ> νυχθήμερα δύο εὑρήσεις ψιμύθιον. Τούτου ἐπίβαλλε τῇ μνᾷ τὸ τέταρτον, καὶ ἐκφύσα ὅλην ἡμέραν, ἐκ μικροῦ ἐπιβάλλων ἄσφαλτον, καὶ <τὰ> ἑξῆς. Καὶ αὕτη μὲν ἡ τοῦ ὁργάνου κατασκευή. Ἐγὼ δὲ ἐπὶ τὸ ἡμέτερον ἐλεύσομαι, δεικνὺς ἐξ αὐτῆς τῆς γραφῆς ὡς οὐκ ἔστιν [ἐξ αὐτῆς τῆς γραφῆς] λεύκωσις· ἐπεί πως δύο νυχθήμερα ἑψεῖσθαι παρακελεύεται, δυναμένης ὥρας μιᾶς πολὺ θεῖον ἐξατμίσαι. Ἀλλ' ἐκ τούτου ἀφορμήν σοι δίδωσι νοημάτων· ἐμνημόνευσε δὲ καὶ Ἀγαθοδαίμων ὅτι περ τὸ ἀρσένικον ὅλον ἐστὶ τὸ σύνθεμα, περὶ οὗ ἐν τῷ ἕκτῳ τῆς ἑψήσεως τῶν κατ' ἐνέργειαν ἰσχυρῶς διέλαβον. Ἐμνημόνευσαν δὲ καὶ ἄλλοι πολλοὶ ἀρχαῖοι τῇδε βουλῇ πολλῇ ἔσω. Πότε ἡ ἀρχὴ τῆς γραφῆς περὶ τοῦ παρόντος διδάσκει; φησὶ γὰρ· «Λεύκωσις ἀρσενίκου ποιοῦσα ἐν ἐκτάσει <εἰς> τὸ ἀρσένικον μὴ λευκαινόμενον ἐκτείνεται.» Οὐ δῆτα μὲν Δημόκριτον εἰπόντα ὅτι «ἐὰν πλεονάσῃ τὰ φῶτα, γίνεται ξανθόν· ἀλλ' οὐ χρησιμεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα.» Πῶς δὲ ἄρα ἠλίθιός ἐστίν τις ἀνὴρ ὁ μὴ τὸ πᾶν ἐννοῶν εἶδος τοῦ ἀρσενίκου; ἢ αἱ τούτου λάμναι, καθὼς ἡ προκειμένη γραφὴ φάσκει, ἐὰν λευκανθῶσιν οὕτως, οὐχὶ κατὰ τὴν ἐπιφάνειαν, ἔσται μόνον λευκὸν, πυρὸς δὲ ὡς μηθὲν φεύξεται· καὶ αὐτὸ καὶ ἡ τούτου ἐπιφάνεια λευκή. Πῶς δὲ οὐκ ἔστιν ἠλίθιον ἀρσένικον ἐννοεῖν τὸ λευκαινόμενον, ὅπου καὶ ἐπιβάλλειν αὐτὸ ἐκέλευσεν ἡ γραφὴ καὶ ἐκφυσᾶσθαι, οὐδὲν μολύβδου ἔχοντος τοῦ ἀρσενίκου, ἀλλ' αὐτοῦ διὰ τῆς πυρᾶς ἐξατμιζομένου; Ὅτι δὲ σύνθεμά ἐστιν μολιβώδη ἔχον, οὐ μόνον