Ancient Greek · ~5 min
Volume 2
Zosimus Alchem., Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου (e cod. Venet. Marc. 299, fol. 112r) 2.140
Not analysed yet
ἐκφυσᾶν παρακελεύεται, ἀλλὰ γὰρ καὶ ἄσφαλτον ἐπιβάλλειν, ἵνα τρόπον τινὰ μολιβώσῃ, καὶ καθάρῃ καὶ λιπάνῃ τὸ πᾶν. Καὶ ὅσα μὲν οὖν ἔνεστι μοι λέγειν εἰς τοῦτο, λέγειν ὑμᾶς ἔστε μάρτυρες. Ἀλλ' ἐπειδὴ λοιπὸν πολλὰς ἀφορμὰς λαβόντες λοιπὸν ἔστε καὶ διδάσκαλοι. Ἀλλὰ τὸ εἰς ἐμὲ ταυτὸν μέχρις ὧδε παρακελεύομαι, ἐκδεχόμενος κἀγὼ τοὺς παρ' ὑμῶν τοῦ τέλους καρπούς. Φησὶν οὖν ἡ γραφὴ ὅτι καὶ εἰς νομίσματα ποιεῖ. Ἔστιν δὲ ὁ τρόπος οὗτος καρκινοειδής. Ὅτι ἐπὶ τοῦ συνθέματος ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος ἀποκαλύπτον τὴν φιάλην τὴν ἐπὶ τὴν κηροτακίδα, ἵνα περιβλέπων εἰ λευκανθῇ, ἢ ξανθωθῇ. Ἡ δὲ ὀπὴ τοῦ ὀστρακίνου ἄγγους ἐπιπωμάζεται φιάλῃ ἑτέρᾳ, ἵνα μὴ δι' αὐτῆς ἐκπνεύσῃ καὶ τὸ καρκινοειδὲς αὐτοῦ ἐκφύγῃ, ὅ ἐστι μονοήμερον. Ἐὰν γὰρ ἄλλη ἡ ἕψησις, καὶ ἄλλη ἡ ὄπτησις, δύο καμίνων χρεία, πρῶτον φανῶν ληκυθίων, ἔπειτα κηροτακίδων, ἢ πηξάδων, ἢ βουκλῶν· ἐὰν καρκινοειδὴς ἡ ὁμοία αὐτῶν ἑψηθῆναι, ἐπιτιθέντα κηροτακίδων ἐκτείνων, τὰ δὲ ποιοῦν ὡς ἄρρευστον. Ἔλεγεν ὁ ἀρχαῖος Ζώσιμος. «Μίαν τάξιν οἶδα ἐγὼ δύο ἔργα ἔχουσαν· μίαν μὲν ἵνα ῥεύσῃ διὰ τῆς ῥυτῆς, καὶ δευτέραν ἵνα ξηρανθῇ ὑγρότης μολύβδου ἀκενώτην· πηχθήσεται γὰρ καὶ ξηρανθήσεται αὕτη.»