Ancient Greek · ~3 min
Volume 2
Zosimus Alchem., Παραινέσεις συστατικαὶ τῶν ἐγχειρούντων τὴν τέχνην (e cod. Venet. Marc. 299, fol. 115r) 2.144
Not analysed yet
ΠΑΡΑΙΝΕΣΕΙΣ ΣΥΣΤΑΤΙΚΑΙ ΤΩΝ ΕΓΧΕΙΡΟΥΝΤΩΝ ΤΗΝ ΤΕΧΝΗΝ Παρεγγυῶ τοίνυν ὑμῖν τοῖς σοφοῖς, ὅτι ἄνευ τοῦ ὀργάνου τοῦ τὸν χαλκὸν ἀνασπῶντος μετὰ τὸν τεταγμένον τῆς ἰώσεως χαλκὸν πολὺν ὄντα ἢ ὀλίγον, καὶ τῆς μίξεως τῶν λεγομένων δέκα εἰδῶν, ξηρῶν ἢ ὑγρῶν ὄντων, τουτέστι τῶν ὁμοτεριζόντων, μὴ ἐλπίζετέ τι ποιεῖν, ὦ ἄνθρωποι οἵ τινες ἂν εἴητε τοῦ χρυσοῦ χοροῦ, ἢ χρυσέου γένους, ἢ χρυσέας κεφαλῆς παίδων, τουτέστιν ἐρασταὶ τῆς σοφίας, καὶ τῆς λεκιθώδους ὕλης μεθοδευταί. Ἀλλ' ὅσοι τοῦ ὀστρακίνου χοροῦ ὑμεῖς ἐαυτοὺς μωμήσασθε, καὶ οὐ ἐμὲ τὸν τοῖς διδασκάλοις ἀκολουθεῖν ἐπειγόμενον καὶ ταῖς αὐτῶν συγγραφαῖς, καὶ τὰς ἐκείνων δόξας γνωρίσαντα ὑμῖν, καθὼς ἂν ἡ τοῦ θείου λόγου ἡμῖν ἐνήχησεν δύναμις. Τοῦτο τὸ ὕδωρ τὸ δίχρωμον, τὸ λευκὸν καὶ ξανθὸν, μυρίοις κεκλήκασιν ὀνόμασιν. Ἄνευ οὖν τοῦ θείου ὕδατος οὐδέν ἐστιν. Τὸ γὰρ ὅλον σύνθεμα δι' αὐτοῦ ἀναλαμβάνεται, καὶ δι' αὐτοῦ ὀπτᾶται,