Ancient Greek · ~4 min
Volume 2
Zosimus Alchem., Παραινέσεις συστατικαὶ τῶν ἐγχειρούντων τὴν τέχνην (e cod. Venet. Marc. 299, fol. 115r) 2.145
Not analysed yet
καὶ δι' αὐτοῦ καίεται, καὶ δι' αὐτοῦ πήγνυται, καὶ δι' αὐτοῦ ξανθοῦται, καὶ δι' αὐτοῦ σήπεται, καὶ δι' αὐτοῦ βάπτεται, καὶ δι' αὐτοῦ ἰοῦται καὶ ἐξιοῦται καὶ ἑψεῖται. Φησὶ γάρ· «Ἐπιβάλλων ὕδωρ θείου ἄθικτον καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις. Ὅσα γὰρ ἀπὸ ὕδατος ἔσχον γέννησιν, ταῦτα τοῖς ἀπὸ πυρὸς ἀντιπάσχει· ὥστε ἄνευ τοῦ καταλόγου τῶν ὑγρῶν πάντων, οὐδέν ἐστιν ἀσφαλές.» Ἐμνημόνευσαν δέ τινες, τάχα δὲ καὶ οἱ ὅλοι, ὅτι δεῖ τοῦτο τὸ ὕδωρ ζύμης χάριν καταφθεῖραι τῷ ὁμοίῳ τὸ ὅμοιον τοῦ μέλλοντος βάπτεσθαι σώματος. Ὡς γὰρ ἡ ζύμη τοῦ ἄρτου, ὀλίγη οὖσα, τοσοῦτον φύραμα ζυμοῖ, οὕτω καὶ τὸ μικρὸν χρυσίον τὸ πᾶν μέλλει ξηρίον ζυμοῦν. Ἄλλοι δὲ, ἀμφότερα μίξαντες τοῖς ὑπολείμμασι τῶν θειωδῶν, χρύσεα χρυσέοις προσέπλεξαν, καὶ τούτων οἱ μὲν τοῖς ὠμοῖς καὶ ἀσήπτοις, οἱ δὲ τοῖς συνεψηθεῖσι τῷ ὕδατι τῆς ἰώσεως. Ἄνω τὰ οὐράνια καὶ κάτω τὰ ἐπίγεια· δι' ἄρρενος καὶ θήλεως συμπληρούμενον τὸ ἔργον.