Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ αἰθαλῶν (e cod. Venet. Marc. 299, fol. 116v) 2.250
Not analysed yet
ΠΕΡΙ ΑΙΘΑΛΩΝ Αἰθάλαι δὲ λέγονται διὰ τὸ ἀπὸ κάτωθεν <εἰς> ἄνω τὰς τέφρας, πρὸς ὕψος ἀναπέμπεσθαι τὰς οὐσίας, ἥτις δηλοῖ τὴν τῶν ὑδάτων ἀναγωγήν. Καὶ πάλιν αἰθάλαι λέγονται διὰ τὸ ἀπὸ τῶν κάτω ἐπὶ τὸ ὕψος χωρεῖν. Ποιήσαντες αὐτοῦ τὴν διήγησιν ἐν τῇ τῶν αἰθαλῶν ἤγουν σταγόνων ἐκμυζήσει, τὰς σκωρίας τε ἀπὸ τῆς χύτρας ἄραντες ἐλείωσαν, καὶ βαλόντες αὐτὰς τὰς ἀπ' αὐτῶν ἐξελθούσας ψυχάς. Ψυχαὶ γὰρ αὗται τῶν σωμάτων ἀφ' ὧν ἐξῆλθον, πάλιν ἀνεκομίσαντο ταύτας διὰ