Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ αἰθαλῶν (e cod. Venet. Marc. 299, fol. 116v) 2.251
Not analysed yet
τοῦ μασθωτοῦ, φάσκοντες ταύτην εἶναι τὴν ἴωσιν, ἀναλογήσαντες <ἐκ> τῶν πολυχρονίων σήψεων. Καὶ προσέπλεξαν <μετὰ> τῶν λοιπῶν αἰθαλῶν, ἃς καλοῦσι σώματα, καὶ ἡμεῖς σῶμα, καὶ θεῖα, καὶ θειώδη, καὶ πέταλα χαλκοῦ ἢ ἀσήμου ἢ χρυσοῦ. Καὶ οὕτως εἰργάσαντο τὴν βαφὴν ἐπὶ τῶν ὑπηρετικῶν ὑλῶν, τῆς δευτέρας αὐτῶν ὑποστάθμης οὐδένα ἀποτίσαντες λόγον. Καὶ ἀπέδειξεν τὸ διὰ τῶν τεφρῶν ἀποσταζόμενον ὕδωρ, εἰπών· «Καὶ θεὶς τὸ ὄργανον, ἀνακομίζου τὰς τέφρας.» Εἰ οὖν ἡ τέφρα ἐστὶ τὸ διοργανισθὲν ὕδωρ, καὶ διὰ τοῦτο καὶ ὁ Ἀγαθοδαίμων· «Ὅλως ἡ τέφρα ἐστιν.» Ἕψησις δὲ αὕτη τυγχάνει ἢ καὶ ὄπτησις, ἥτις λείωσις ὀνομάζεται· δηλονότι διὰ σήψεως, καὶ ἀνασπάσεως, καὶ ἰώσεως, καὶ παροπτήσεως, λέγοντες οἱ ἀρχαῖοι τὸ πᾶν ἀπαρτίζεσθαι. Καὶ ἀδύνατόν ἐστιν ἄλλως οἰκονομεῖσθαι τὴν ποίησιν τοῦ συνθέματος. Τὴν γὰρ ἕψησιν, καὶ ἀνάσπασιν λείωσιν οἴδασιν οἱ ὑποφῆται τῆς ἐπιστήμης· καὶ τὴν ἴωσιν, ἕψησιν, τὴν δὲ ἕψησιν καὶ ἀνάσπασιν λείωσιν ὠνόμασαν διὰ τὴν ἄγαν ἐκλέπτυνσιν. Καὶ πάλιν τὸ πῦρ ὠνόμασαν διὰ τὸ θερμαίνειν καὶ καίειν καὶ φωτίζειν <καὶ> παιδίου παίγνιον καὶ γυναικὸς ἔργον ἔφασαν οἱ παλαιοὶ τὸ ζητούμενον τοῖς νοήμοσιν. Ἀλλ' οὐ διὰ τοῦτο ἀναγκασθησόμεθα πάντως διὰ πυρὸς τὴν ἴωσιν κατεργάζεσθαι, ὡς ἐπὶ τῶν βαπτομένων λίθων, τουτέστιν ὑδάτων ἀναγωγῆς καὶ τὴν ἐκ ψυχρᾶς τελουμένην πορφύραν. Λέγω δὴ <ὅτι> σαφῶς ἡμᾶς ἡ πεῖρα διδάξει εἰ τὸ ἀληθὲς, ἓν ἔργον τέλειον καὶ ἄφευκτον ἐπιτελοῦσα ξηρίον.